Τετάρτη, 15 Αυγούστου 2012

Ἡ Κοίμησις τῆς Θεοτόκου

Τί δέ εἶναι ἡ σημερινή ἑορτή; τέλος εἶναι πανηγύρεων καί τῶν ἑορτῶν ὅλων, εὐλογημένοι Χριστιανοί· διότι καθώς ὁ Εὐαγγελισμός ἦτο ἀρχή, οὕτω ἡ σημερινή ἑορτή εἶναι τέλος· ἐπειδή ἡ Κυρία Θεοτόκος καί ἀρχή καί τέλος εἶναι τῆς σωτηρίας τῶν ἀνθρώπων· καί ὅσον μέν ἦτο σωματικῶς ἐπί τῆς γῆς, ἀρχήν εἶχε τοῦ μυστηρίου τό κεφάλαιον, ὅταν δέ μετεστάθη ἐκ τῆς γῆς, ἐτελειώθη ἡ ἄρρητος βουλή τοῦ Θεοῦ, καί πέρας ἔλαβε τό ἀπ΄  αἰῶνος βούλημα τοῦ Θεοῦ. Πολλοί τῶν ἀνθρώπων τήν σημερινήν ἡμέραν τήν ἔχουσι λύπης ἡμέραν καί δακρύων αἰτίαν, ὅτι ἀπῆλθεν ἀπό τῆς γῆς ἡ Κυρία Θεοτόκος, ἐγώ δέ εὐφροσύνης ἡμέραν τήν ἔχω, διότι, ὅσον μέν ἦτο εἰς τήν γῆν, μόνον ἡ Γεθσημανή τό χωρίον τήν εἶχεν· ὅταν δέ μετεστάθη, ὅλος ὁ κόσμος τήν ἀπέκτησε βοηθόν καί ἐπιτηρητήν· ὅτι ἀπό τῆς γῆς μετέβη εἰς τόν οὐρανόν, ἀπό τῆς φθορᾶς εἰς τήν ἀφθαρσίαν, ἀπό τῆς λύπης εἰς τήν χαράν, ἀπό τά φθαρτά εἰς τά ἄφθαρτα, ἀπό ὅλα τά θλιβερά εἰς τά χαροποιά καί εὐφρόσυνα· διά τοῦτο χαίρω, διά τοῦτο εὐφραίνομαι.
Ἀπόσπασμα έκ τοῦ πανηγυρικοῦ Λόγου εἰς τήν Κοίμησιν τῆς Ὑπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας τοῦ Δαμασκηνοῦ τοῦ Στουδίτου.