Κυριακή, 25 Μαρτίου 2012

Εὐαγγελισμός τῆς Θεοτόκου


  • Ἀρχάγγελος Γαβριήλ: "Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετά σοῦ".Ἀληθῶς χαριτωμένη εἶσαι, ὅτι ἐσένα ἐξέλεξεν ὁ Θεός· ἐσύ εὑρέθης καθαρόν καί .ἄξιον δοχεῖον τοῦ παναγίου Πνεύματος· ἐσένα οἱ προφῆται προεκήρυττον, αἱ γραφαί ἐμήνυον· χαριτωμένη ἀληθῶς εἶσαι, ὅτι παρθενίαν ἐτήρησες, σωφροσύνην ἐφύλαξες, καθαρότητα ἐκατώρθωσες· Χαῖρε κήρυγμα τῶν προφητῶν, καί δόξα τῶν λόγων τους. Ἐσένα προσκυνοῦν οἱ ἄγγελοι, τιμῶσιν οἱ ἄνθρωποι, δοξάζουσιν οἱ  ἅγιοι· Χαῖρε Κεχαριτωμένη.
  • Κυρία Θεοτόκος: Πῶς νά σέ ὀνομάσω; Ἄνθρωπον; καί ὁμιλεῖς οὐράνια λόγια· Ἄγγελον; καί φαίνεσαί μοι ὡς ἄνθρωπος· φοβοῦμαι μή με λέγεις ψεύματα, ἀκούω ὅτι ἡ Εὔα ἐδέχθη τούς λόγους τοῦ ὄφεως καί ἐξέπεσε· φοβοῦμαι μή με δελεάσῃς· πράγματα λέγεις ἀδύνατα. Θεός; καί πῶς νά σαρκωθῇ εἰς τήν κοιλίαν μου; ἀχώρητος; καί πῶς νά  χωρηθῇ εἰς παρθένον; βασιλεύς; καί πῶς νά ἀναπαυθῇ εἰς  τόπον μικρόν; ποταποί λοιπόν εἶναι, οἱ λόγοι σου,θαυμάζω καί ἀπορῶ.
  • Ἀρχάγγελος Γαβριήλ: Μή φοβοῦ Μαριάμ,μηδέ θαύμαζε εἰς τόν χαιρετισμόν μου, διότι χάριν εὗρες εἰς τόν Θεόν· μή θαυμάζῃς πῶς θά σαρκωθῇ ὁ Θεός καί ὅτι παρθένος θά γεννήσῃς· ἡ ράβδος τοῦ Ἀαρών πῶς ἐβλάστησεν χωρίς ποτισμόν; ἡ ράβδος τοῦ Μωϋσῆ πῶς ἔκρουσε τήν πέτραν εἰς τήν ἔρημον καί ἐξῆλθεν ὕδωρ; αἱ πλάκες πῶς εὑρέθησαν γραμμέναι χωρίς χειρός ἀνθρώπου; ἡ Σάρρα πῶς ἐγέννησε τόν Ἰσαάκ πού ἦτο στεῖρα καί προβεβηκυῖα; ἡ μήτηρ σου  Ἄννα, πῶς σέ ἐγέννησε που ἦτο στεῖρα; μή θαυμάζεις εἰς αὐτό· ὅπως ἡ βάτος δέν ἐκαίετο ἔτσι καί ἐσύ θά δεχθῇς τό πῦρ τῆς θεότητος καί δέν θά καταφλεχθῇς.
  • Κυρία Θεοτόκος: Ἰδού ἡ δούλη Κυρίου γένοιτό μοι κατά τό ρῆμα σου. 

Κυριακή, 18 Μαρτίου 2012

Κυριακή Γ΄ Νηστειῶν τῆς Σταυροπροσκυνήσεως

Χαίροις ὁ ζωηφόρος Σταυρός, τῆς Ἐκκλησίας ὁ ὡραῖος παράδεισος,τό ξύλον τῆς ἀφθαρσίας, τό ἐξανθῆσαν ἡμῖν, αἰωνίου δόξης τήν ἀπόλαυσιν· δι᾿  οὗ τῶν δαιμόνων, ἀποδιώκονται φάλαγγες, καί τῶν Ἀγγέλων, συνευφραίνονται τάγματα, καί συστήματα, τῶν πιστῶν ἑορτάζουσιν· ὅπλον ἀκαταγώνιστον, κραταίωμα  ἄῤῥηκτον, τῶν Βασιλέων τό νῖκος, τῶν Ἱερέων τό καύχημα· Χριστοῦ νῦν τά πάθη, καί ἡμῖν δίδου προφθάσαι, καί τήν Ἀνάστασιν.

Χαίροις ὁ ζωηφόρος Σταυρός, τῆς εὐσεβείας τό ἀήττητον τρόπαιον, ἡ θύρα τοῦ Παραδείσου, ὁ τῶν πιστῶν στηριγμός, τό τῆς Ἐκκλησίας περιτείχισμα· δι᾿  οὗ ἐξηφάνισται, ἡ ἀρά καί κατήργηται, καί κατεπόθη, τοῦ θανάτου ἡ δύναμις, καί ὑψώθημεν, ἀπό γῆς πρός οὐράνια· ὅπλον ἀκαταμάχητον, δαιμόνων ἀντίπαλε, δόξα Μαρτύρων, Ὁσίων, ὡς ἀληθῶς ἐγκαλώπισμα, λιμήν σωτηρίας, ὁ δωρούμενος τῷ κόσμῳ τό μέγα ἔλεος.