Κυριακή, 25 Δεκεμβρίου 2011

Χριστός ἐτέχθη.

Χριστός ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεέμ τῆς Ἰουδαίας.
Ἀληθῶς ἐτέχθη ὁ Κὐριος!

Ἡ κατά σάρκα Γέννησις τοῦ Κυρίου καί Θεοῡ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Ἡ κατά σάρκα Γέννησις τοῦ Κυρίου καί Θεοῦ καί Σωτῆρος
ἡμῶν Ἰησοῦ Χριστοῦ.


  •   Χριστός γεννᾶται δοξάσατε.Χριστός ἐξ οὐρανῶν ἀπαντήσατε.Χριστός ἐπί γῆς ὑψώθητε.Ἄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καί ἐν εὐφροσύνη,ἀνυμνήσατε λαοί· ὅτι δεδόξαστε.



  •  Μυστήριον ξένον, ὁρῶ καί παράδοξον! οὐρανόν τό Σπήλαιον· θρόνον Χερουβικόν τήν Παρθένον· τήν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλήθῃ  ὁ ἀχώρητος, Χριστός ὁ Θεός· ὅν ἀνυμνοῦντες μεγαλύνομεν.


  •    Ὁ ἀχώρητος παντί , πῶς ἐχωρήθη ἐν γαστρί; ὁ ἐν κόλποις τοῦ Πατρός,πῶς ἐν ἀγκάλαις τῆς Μητρός; πάντως ὡς οἶδεν ὡς ἠθέλησε καί ὡς ηὐδόκησεν · ἄσαρκος γάρ ὤν, ἐσαρκώθη ἑκών·καί γέγονεν  ὁ Ὤν, ὅ οὐκ ἦν δι᾿ ἡμᾶς · καί μή ἐκστάς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη, Χριστός τόν ἄνω, κόσμον θέλων ἀναπληρῶσαι.


     Μέγα μυστήριον,εὐλογημένοι Χριστιανοί, αὐτό ὅπου βλέπομεν σήμερον· ἕνας φοβερώτατος Θεός, νά γίνεται ἕνας ταπεινός ἄνθρωπος! ὁ Ἀπερίγραπτος περιγραπτός! ὁ Ἀσώματος ὑλικός!
ὁ Ἀόρατος ὁρατός! ἐκεῖνος ὅπου ἔπλασεν λόγῳ μόνῳ μέ τήν σοφίαν του ὅλην τήν φύσιν, οὐρἀνιον καί ἐπίγειον, νά πλάττεται σήμερον καί νά κτίζεται! ἐκεῖνος ὅπου δέν χωρεῖται  εἰς τόν οὐρανόν, εἰς τήν γῆν, εἰς τἠν θάλασσαν,νά χωρεῖται ἐν γαστρί καί ἐν φάτνῃ τῶν ἀλόγων! Ὤ τῶν παραδόξων παραδοξότερων θέαμα! Ὤ τῶν ἀπορρήτων ἀκατανόητων πλήρωμα! Ἡμεῖς δέ,ὦ Υἱέ καί Λόγε τοῦ Θεοῦ,ὅπου μᾶς ἠξίωσες σήμερον καί ἐπροφθάσαμεν εἰς τήν Ἁγίαν σου Γέννησιν, ὡς ὅπου ἐχρίσθημεν καί ἐβαπτίσθημεν εἰς τήν Ἁγίαν Τριάδα,πιστεύομεν καί ὁμολογοῦμεν Σέ τό μικρόν Βρέφος,τέλειον Θεόν καί τέλειον ἄνθρωπον,ὁμολογοῦμεν ἀχώριστον τοῦ Πατρός καί ἀχώριστον τῆς Μητρός. Προσκυνοῦμεν μίαν οὐσίαν καί φύσιν εἰς τήν Ἁγίαν Τριάδα ἐν τρισίν ὑποστάσεσι· προσκυνοῦμεν καί μίαν ὑπόστασιν εἰς Σέ τόν θεῖον Λόγον ἐν δυσί φύσεσι καί ἐνεργείας.Ὁμολογοῦμεν ἀσυγχύτως καί ἀδιαιρέτως τάς ὑποστάσεις ἐκεῖ εἰς τήν οὐσίαν,ὁμολογοῦμεν καί ἐδῶ,ἀσυγχύτως καί ἀδιαιρέτως τάς φύσεις εἰς τήν ὑπόστασιν· ὁρῶμεν Σέ τόν ἀόρατον Θεόν ἐν τῇ φάτνῃ ὥσπερ τόν ἡμέτερον λόγον ἐν τῷ χάρτῃ. Κηρύττομεν καί τήν Μητέρα σου, Παρθένον καί Θεοτόκον. Προσκυνοῦμεν τά σπάργανα, ὑμνοῦμεν τήν φάτνην,δοξολογοῡμεν τή Ἁγίαν σου Γέννησιν, δι᾿  ἧς καί ἐλπίζομεν νά ἀπολαύσωμεν τήν Βασιλείαν σου,Ἀμήν.

  Ἀπόσπασμα ἀπό τον πανηγυρικό λόγον εἰς τή Γέννησιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρστοῦ.
                                                     (Μακαρίου Σκορδίλη)

                                              

                              Καθίσματα Χριστουγένων (Βίντεο)
        Κάντε κλικ ἐδῶ                                                                              http://www.youtube.com/user/solakidisd#p/u/35/XMmYowIbRvA

Παρασκευή, 23 Δεκεμβρίου 2011

Προεόρτια Χριστουγέννων.

   Προεορτάσωμεν λαοί, Χριστοῦ τά Γενέθλια· καί ἐπάραντες τόν νοῦν, ἐπί τήν Βηθλεέμ ἀναχθῶμεν τῇ διανοίᾳ, καί κατίδωμεν τό ἐν Σπηλαίῳ μέγα μυστήριον· ἤνοικται γάρ ἡ Ἐδέμ, ἐκ Παρθένου ἁγνῆς Θεοῦ προερχομένου, ὑπάρχοντος τελείου τοῦ αὐτοῦ, ἐν Θεότητι καί άνθρωπότητι· διό κράξωμεν· Ἅγιος ὁ Θεός, ὁ Πατήρ ὁ ἄναρχος· Ἅγιος Ἰσχυρός, ὁ Υἱός ὁ σαρκωθείς· Ἅγιος Ἀθάνατος, τό Πανάγιον Πνεῦμα· Τριάς Ἁγία δόξα σοι.

Δευτέρα, 19 Δεκεμβρίου 2011

Περί ἀγάπης τοῦ Ἁγίου Μαξίμου τοῦ Ὁμολογητοῦ


  • Ἀγάπη εἶναι ἡ άγαθή διάθεση τῆς ψυχῆς,κατά τήν ὁποία αὐτή κανένα ἀπό τά ὑλικά πράγματα δέν προτιμᾶ μπροστά στή γνώση τοῦ Θεοῦ. Καί εἶνα ἀδύνατο νά ἀποκτήσει τήν ἀγάπη αὐτή ἐκεῖνος πού προσηλώνεται μέ πάθος σέ κάποιο ἀπό τά ἐπίγεια ὑλικά.
  • Ἐκεῖνος πού ἀγαπᾶ τό Θεό προτιμᾶ ἀπό ὅλα ἐκεῖνα πού ἔχουν γίνει ἀπ᾿ αὐτόν τή γνώση αὐτοῦ, καί εἶναι ἀδιάκοπα προσκολλημένος μέ πόθο σ᾿ αὐτήν.
  • Ἐκεῖνος πού ἀγαπᾶ τό Θεό δέν εἶναι δυνατό νά μήν ἀγαπήσει καί κάθε ἄνθρωπο σάν τόν ἑαυτό του, ἄν καί δυσκολεύεται ἀπό τά πάθη ἐκεῖνα πού δέν ἔχουν ἀκόμη καθαρισθεῖ. Γι᾿  αὐτό, βλέποντας καί τήν ἐπιστροφή του ἀπό αὐτά καί τή διόρθωσή του, νιώθει ἀμέτρητη καί ἀπερίγραπτη χαρά.
  • «Ἐκεῖνος πού μέ ἀγαπᾶ», λέγει ὁ Κύριος, «θά τηρήσει τίς ἐντολές μου».«Αὐτή εἶναι ἡ ἐντολή ἡ δική μου, τό ν᾿  ἀγαπᾶτε ὁ ἕνας τόν ἄλλον».Ἐκεῖνος λοιπόν πού δέν ἀγαπᾶ τόν πλησίον του, δέν τηρεῖ τήν ἐντολή αὐτή. Ἐκεῖνος δέ, πού δέν τηρεῖ τήν ἐντολή αὐτή, δέν εἶναι δυνατόν ν᾿  ἀγαπήσει οὔτε τόν Κύριο.

Δευτέρα, 12 Δεκεμβρίου 2011

Μνήμη τοῦ Ὁσίου Πατρός ἡμῶν καί θαυματουργοῦ Σπυρίδωνος

 Ὅσιε Πάτερ,Ἱεράρχα ἀοίδημε· Ἀποστολικῆς διδασκαλίας γενόμενος ἔμπλεως,καί τοῦ θείου Πνεύματος καταγώγιον, δι᾿  ἐναρέτου   πολιτείας ἀναδειχθείς,τῆς Ἐκκλησίας τούς λύκους,διά δογμάτων ἀπήλασας· καί τήν Ὀρθόδοξον πίστιν σαφῶς τρανώσας,στῦλος ἀναδείκνυσαι, καί εὐσεβείας πρόμαχος.Ὅθεν καί θαυματουργῶν  ἐν τοῖς πέρασιν, ὄφιν εἰς χρυσοῦν μετέβαλες, καί νεκράν πρός ἐρώτησιν ἤγειρας. Ἀλλ᾿  ὦ Πατέρων ἀξιάγαστε, καί διδασκάλων συνόμιλε, τόν Σωτῆρα πρέσβευε,τοῦ σωθῆναι τάς ψυχάς ἡμῶν.
                                                                  Δοξαστικόν τῶν Αἴνων.