Κυριακή, 25 Δεκεμβρίου 2011

Χριστός ἐτέχθη.

Χριστός ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεέμ τῆς Ἰουδαίας.
Ἀληθῶς ἐτέχθη ὁ Κὐριος!

Ἡ κατά σάρκα Γέννησις τοῦ Κυρίου καί Θεοῡ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Ἡ κατά σάρκα Γέννησις τοῦ Κυρίου καί Θεοῦ καί Σωτῆρος
ἡμῶν Ἰησοῦ Χριστοῦ.


  •   Χριστός γεννᾶται δοξάσατε.Χριστός ἐξ οὐρανῶν ἀπαντήσατε.Χριστός ἐπί γῆς ὑψώθητε.Ἄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καί ἐν εὐφροσύνη,ἀνυμνήσατε λαοί· ὅτι δεδόξαστε.



  •  Μυστήριον ξένον, ὁρῶ καί παράδοξον! οὐρανόν τό Σπήλαιον· θρόνον Χερουβικόν τήν Παρθένον· τήν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλήθῃ  ὁ ἀχώρητος, Χριστός ὁ Θεός· ὅν ἀνυμνοῦντες μεγαλύνομεν.


  •    Ὁ ἀχώρητος παντί , πῶς ἐχωρήθη ἐν γαστρί; ὁ ἐν κόλποις τοῦ Πατρός,πῶς ἐν ἀγκάλαις τῆς Μητρός; πάντως ὡς οἶδεν ὡς ἠθέλησε καί ὡς ηὐδόκησεν · ἄσαρκος γάρ ὤν, ἐσαρκώθη ἑκών·καί γέγονεν  ὁ Ὤν, ὅ οὐκ ἦν δι᾿ ἡμᾶς · καί μή ἐκστάς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη, Χριστός τόν ἄνω, κόσμον θέλων ἀναπληρῶσαι.


     Μέγα μυστήριον,εὐλογημένοι Χριστιανοί, αὐτό ὅπου βλέπομεν σήμερον· ἕνας φοβερώτατος Θεός, νά γίνεται ἕνας ταπεινός ἄνθρωπος! ὁ Ἀπερίγραπτος περιγραπτός! ὁ Ἀσώματος ὑλικός!
ὁ Ἀόρατος ὁρατός! ἐκεῖνος ὅπου ἔπλασεν λόγῳ μόνῳ μέ τήν σοφίαν του ὅλην τήν φύσιν, οὐρἀνιον καί ἐπίγειον, νά πλάττεται σήμερον καί νά κτίζεται! ἐκεῖνος ὅπου δέν χωρεῖται  εἰς τόν οὐρανόν, εἰς τήν γῆν, εἰς τἠν θάλασσαν,νά χωρεῖται ἐν γαστρί καί ἐν φάτνῃ τῶν ἀλόγων! Ὤ τῶν παραδόξων παραδοξότερων θέαμα! Ὤ τῶν ἀπορρήτων ἀκατανόητων πλήρωμα! Ἡμεῖς δέ,ὦ Υἱέ καί Λόγε τοῦ Θεοῦ,ὅπου μᾶς ἠξίωσες σήμερον καί ἐπροφθάσαμεν εἰς τήν Ἁγίαν σου Γέννησιν, ὡς ὅπου ἐχρίσθημεν καί ἐβαπτίσθημεν εἰς τήν Ἁγίαν Τριάδα,πιστεύομεν καί ὁμολογοῦμεν Σέ τό μικρόν Βρέφος,τέλειον Θεόν καί τέλειον ἄνθρωπον,ὁμολογοῦμεν ἀχώριστον τοῦ Πατρός καί ἀχώριστον τῆς Μητρός. Προσκυνοῦμεν μίαν οὐσίαν καί φύσιν εἰς τήν Ἁγίαν Τριάδα ἐν τρισίν ὑποστάσεσι· προσκυνοῦμεν καί μίαν ὑπόστασιν εἰς Σέ τόν θεῖον Λόγον ἐν δυσί φύσεσι καί ἐνεργείας.Ὁμολογοῦμεν ἀσυγχύτως καί ἀδιαιρέτως τάς ὑποστάσεις ἐκεῖ εἰς τήν οὐσίαν,ὁμολογοῦμεν καί ἐδῶ,ἀσυγχύτως καί ἀδιαιρέτως τάς φύσεις εἰς τήν ὑπόστασιν· ὁρῶμεν Σέ τόν ἀόρατον Θεόν ἐν τῇ φάτνῃ ὥσπερ τόν ἡμέτερον λόγον ἐν τῷ χάρτῃ. Κηρύττομεν καί τήν Μητέρα σου, Παρθένον καί Θεοτόκον. Προσκυνοῦμεν τά σπάργανα, ὑμνοῦμεν τήν φάτνην,δοξολογοῡμεν τή Ἁγίαν σου Γέννησιν, δι᾿  ἧς καί ἐλπίζομεν νά ἀπολαύσωμεν τήν Βασιλείαν σου,Ἀμήν.

  Ἀπόσπασμα ἀπό τον πανηγυρικό λόγον εἰς τή Γέννησιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρστοῦ.
                                                     (Μακαρίου Σκορδίλη)

                                              

                              Καθίσματα Χριστουγένων (Βίντεο)
        Κάντε κλικ ἐδῶ                                                                              http://www.youtube.com/user/solakidisd#p/u/35/XMmYowIbRvA

Παρασκευή, 23 Δεκεμβρίου 2011

Προεόρτια Χριστουγέννων.

   Προεορτάσωμεν λαοί, Χριστοῦ τά Γενέθλια· καί ἐπάραντες τόν νοῦν, ἐπί τήν Βηθλεέμ ἀναχθῶμεν τῇ διανοίᾳ, καί κατίδωμεν τό ἐν Σπηλαίῳ μέγα μυστήριον· ἤνοικται γάρ ἡ Ἐδέμ, ἐκ Παρθένου ἁγνῆς Θεοῦ προερχομένου, ὑπάρχοντος τελείου τοῦ αὐτοῦ, ἐν Θεότητι καί άνθρωπότητι· διό κράξωμεν· Ἅγιος ὁ Θεός, ὁ Πατήρ ὁ ἄναρχος· Ἅγιος Ἰσχυρός, ὁ Υἱός ὁ σαρκωθείς· Ἅγιος Ἀθάνατος, τό Πανάγιον Πνεῦμα· Τριάς Ἁγία δόξα σοι.

Δευτέρα, 19 Δεκεμβρίου 2011

Περί ἀγάπης τοῦ Ἁγίου Μαξίμου τοῦ Ὁμολογητοῦ


  • Ἀγάπη εἶναι ἡ άγαθή διάθεση τῆς ψυχῆς,κατά τήν ὁποία αὐτή κανένα ἀπό τά ὑλικά πράγματα δέν προτιμᾶ μπροστά στή γνώση τοῦ Θεοῦ. Καί εἶνα ἀδύνατο νά ἀποκτήσει τήν ἀγάπη αὐτή ἐκεῖνος πού προσηλώνεται μέ πάθος σέ κάποιο ἀπό τά ἐπίγεια ὑλικά.
  • Ἐκεῖνος πού ἀγαπᾶ τό Θεό προτιμᾶ ἀπό ὅλα ἐκεῖνα πού ἔχουν γίνει ἀπ᾿ αὐτόν τή γνώση αὐτοῦ, καί εἶναι ἀδιάκοπα προσκολλημένος μέ πόθο σ᾿ αὐτήν.
  • Ἐκεῖνος πού ἀγαπᾶ τό Θεό δέν εἶναι δυνατό νά μήν ἀγαπήσει καί κάθε ἄνθρωπο σάν τόν ἑαυτό του, ἄν καί δυσκολεύεται ἀπό τά πάθη ἐκεῖνα πού δέν ἔχουν ἀκόμη καθαρισθεῖ. Γι᾿  αὐτό, βλέποντας καί τήν ἐπιστροφή του ἀπό αὐτά καί τή διόρθωσή του, νιώθει ἀμέτρητη καί ἀπερίγραπτη χαρά.
  • «Ἐκεῖνος πού μέ ἀγαπᾶ», λέγει ὁ Κύριος, «θά τηρήσει τίς ἐντολές μου».«Αὐτή εἶναι ἡ ἐντολή ἡ δική μου, τό ν᾿  ἀγαπᾶτε ὁ ἕνας τόν ἄλλον».Ἐκεῖνος λοιπόν πού δέν ἀγαπᾶ τόν πλησίον του, δέν τηρεῖ τήν ἐντολή αὐτή. Ἐκεῖνος δέ, πού δέν τηρεῖ τήν ἐντολή αὐτή, δέν εἶναι δυνατόν ν᾿  ἀγαπήσει οὔτε τόν Κύριο.

Δευτέρα, 12 Δεκεμβρίου 2011

Μνήμη τοῦ Ὁσίου Πατρός ἡμῶν καί θαυματουργοῦ Σπυρίδωνος

 Ὅσιε Πάτερ,Ἱεράρχα ἀοίδημε· Ἀποστολικῆς διδασκαλίας γενόμενος ἔμπλεως,καί τοῦ θείου Πνεύματος καταγώγιον, δι᾿  ἐναρέτου   πολιτείας ἀναδειχθείς,τῆς Ἐκκλησίας τούς λύκους,διά δογμάτων ἀπήλασας· καί τήν Ὀρθόδοξον πίστιν σαφῶς τρανώσας,στῦλος ἀναδείκνυσαι, καί εὐσεβείας πρόμαχος.Ὅθεν καί θαυματουργῶν  ἐν τοῖς πέρασιν, ὄφιν εἰς χρυσοῦν μετέβαλες, καί νεκράν πρός ἐρώτησιν ἤγειρας. Ἀλλ᾿  ὦ Πατέρων ἀξιάγαστε, καί διδασκάλων συνόμιλε, τόν Σωτῆρα πρέσβευε,τοῦ σωθῆναι τάς ψυχάς ἡμῶν.
                                                                  Δοξαστικόν τῶν Αἴνων.

Τρίτη, 28 Ιουνίου 2011

'Αποστολικός Λόγος

  Χριστιανοί, δέν φοβεῖται τόσον τήν βροντήν τοῦ οὐρανοῦ ὁ λαγωός,ὅσον ἐφοβήθη τό κήρυγμα τῶν Ἀποστόλων ὁ διάβολος· ἐτρόμαξεν, ἔφυγεν ἀπό τούς ναούς ὅπου ἐπροσκυνεῖτο ὡς θεός,καί ἐκρύβη εἰς τά κατώτερα μέρη τῶν καταχθονίων· καί ἀκόμη φοβεῖται,τρέμει,φεύγει,ὅταν ἀκούῃ νά κηρύττεται ὁ Ἀποστολικός Λόγος εἰς τήν Ἐκκλησίαν τοῦ Χριστοῦ.Μά ἀλλοίμονον! ὅταν εἰς τήν Ἐκκλησίαν τοῦ Χριστοῦ εἶναι σιωπή,ἤγουν ὅταν δέν ἀκούεται ὁ λόγος τοῦ Θεοῦ,ὅταν δέν λαλοῦσιν,ἀλλά εἶναι ἄφωνοι φύλακες οἱ βοσκοί,οἱ ποιμένες τῶν λογικῶν προβάτων,οἱ διάδοχοι τῶν Ἀποστόλων,τότε παίρνει καρδιάν ὁ διάβολος,ἐβγαίνει ἄφοβα,ἐμβαίνει θαρρετά μέσα εἰς τήν ποίμνην τοῦ Χριστοῦ,καί ὡς αἱμοβόρος λύκος κατατρώγει,ὡσάν ἀφύλακτα πρόβατα,τάς ψυχάς τῶν Χριστιανῶν· τό λέγω μέ πολλήν θλῖψιν καί ὀδύνην τῆς καρδίας μου.
  Ἠλίας Μηνιάτης Ἐπίσκοπος Κερνίκης καί Καλαβρύτων.

Σάββατο, 18 Ιουνίου 2011

Κυριακή τῶν Ἁγίων Πάντων.

    Λαμπρά καί ἔνδοξος πανήγυρις σήμερον, ἀδελφοί, πλήρης εὐλογίας καί χάριτος Θεοῦ· ὄχι ἑνός, ἀλλά Πάντων τῶν ἐν οὐρανοῖς ἀπογεγραμμένων Ἁγίων, ἤτοι τῶν πρό νόμου Δικαίων, τῶν ἐν νόμῳ Προφητῶν καί τῶν  μετά τήν εὐαγγελικήν  χάριν  Ἀποστόλων, Μαρτύρων, Ὁμολογητῶν, Ἱεραρχῶν, Ὁσίων καί πάντων τῶν ἀπ' ἀπαρχῆς κόσμου μέχρι τῆς σήμερον  εὐαρεστησάντων  τόν  Θεόν ἀνδρῶν τε καί γυναικῶν, γνωστῶν καί ἀγνώστων.
 Πάντων τούτων τῶν Ἁγίων ὁμοῦ τήν μνήμην σήμερον εὐσεβῶς πανηγυρίζοντες, λαμβάνομεν διά τῆς πρεσβείας αὐτῶν τήν χάριν καί εὐλογίαν τοῦ Θεοῦ. Εἶναι λοιπόν χρέος ἀπαραίτητον εἰς ἡμᾶς νά τούς τιμῶμεν ὡς εὐεργέτας καί νά τούς δοξάζωμεν ὡς αἰτίους τῆς ἰδικῆς μας δόξης καί τιμῆς καί νά τούς προσκυνῶμεν ὄχι ὡς θεούς, ἀλλ' ὡς φίλους τοῦ Θεοῦ. Ἐπειδή μέ τάς πρεσβείας αὐτῶν τάς καθημερινάς μᾶς φιλιώνουσι μέ τόν Θεόν, μᾶς ζητοῦσι τήν συγχώρεσιν τῶν ἁμαρτημάτων, μᾶς φωτίζουσιν εἰς τό ἀγαθόν. 

Τρίτη, 14 Ιουνίου 2011

Δευτέρα τοῦ Ἁγίου Πνεύματος

 Τῇ αὐτῇ ἡμέρᾳ Δευτέρᾳ τῆς Πεντηκοστῆς,αὐτό τό πανάγιον, καί ζωοποιόν,καί παντοδύναμον ἑορτάζομεν Πνεῦμα,τόν ἕνα τῆς Τριάδος Θεόν,τό ὁμότιμον, καί ὁμοούσιον, καί ὁμόδοξον τῷ Πατρί καί τῷ Υἱῷ.

  Πάντα χορηγεῖ, τό Πνεῦμα τό ἅγιον᾿ βρύει προφητείας, ἱερέας τελειοῖ,ἀγραμμάτους σοφίαν ἐδίδαξεν,ὅλον συγκροτεῖ τόν θεσμόν τῆς Ἐκκλησίας᾿ Ὁμοούσιε καί ὁμόθρονε τῷ Πατρί καί τῷ Υἱῷ,Παράκλητε, δόξα σοι.

Δευτέρα, 13 Ιουνίου 2011

Πεντηκοστήν ἑορτάζομεν




 ΤΡΙΑΔΑ ΟΜΟΟΥΣΙΟΝ,ΥΜΝΟΛΟΓΗΣΩΜΕΝ, ΠΑΤΕΡΑ, ΚΑΙ ΥΙΟΝ, ΣΥΝ ΑΓΙΩ ΠΝΕΥΜΑΤΙ` ΟΥΤΩ ΓΑΡ ΕΚΗΡΥΞΑΝ ΠΑΝΤΕΣ ΟΙ ΠΡΟΦΗΤΑΙ, ΚΑΙ ΑΠΟΣΤΟΛΟΙ ΜΕΤΑ ΜΑΡΤΥΡΩΝ.
(ΦΩΣ Ο ΠΑΤΗΡ, ΦΩΣ Ο ΛΟΓΟΣ, ΦΩΣ ΚΑΙ ΤΟ ΑΓΙΟΝ ΠΝΕΥΜΑ, ΟΠΕΡ ΕΝ ΓΛΩΣΣΑΙΣ ΠΥΡΙΝΑΙΣ, ΤΟΙΣ ΑΠΟΣΤΟΛΟΙΣ ΕΠΕΜΦΘΗ` ΚΑΙ ΔΙ ΑΥΤΟΥ ΠΑΣ Ο ΚΟΣΜΟΣ ΦΩΤΑΓΩΓΕΙΤΑΙ, ΤΡΙΑΔΑ ΣΕΒΕΙΝ ΑΓΙΑΝ.